TLG 0049 001 :: PISISTRATI EPISTULA :: Epistula

PISISTRATI EPISTULA Epist.
(Incertum)

Epistula

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 490.

Citation: (Line)

tΣόλωνι.
1 Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω
5οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους, ἀλλὰ καθ’ ὅ τι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις ἐπιτρέπω πολι‐ τεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημο‐ κρατίαν· οὐκ ἐῶ γὰρ οὐδένα ὑβρίζειν, καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς,
10ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκά‐ την, οὐκ ἐμοί, ἀλλ’ ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυ‐ σίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν πό‐ λεμος ἡμᾶς καταλάβῃ. σοὶ δ’ ἐγὼ οὔτι μέμφομαι
15μηνύσαντι τὴν ἐμὴν διάνοιαν· εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες, ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μα‐ θὼν τάχ’ ἂν ἠνέσχου καθισταμένου, οὐδ’ ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ
20ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου· ἴσθι γὰρ μηδ’ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώ‐ τους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνῃσιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕ‐
25νεκα μὴ ἐστέρησο τῆς πατρίδος.490